Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.287 Joseph. AJ 1.291 (English) >>Joseph. AJ 1.296

1.289ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους· 1.290Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν 1.291 ἡμῖν συγγένειαν ἀνανεωσόμενος.” δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον, 1.292καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα. 1.293

Ταῦτʼ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.287 Joseph. AJ 1.291 (English) >>Joseph. AJ 1.296

Powered by PhiloLogic